Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.89.1 Hdt. 4.90.2 (English) >>Hdt. 4.93.1

4.89.3 Δαρεῖος δὲ ὡς διέβη τὸν Βόσπορον κατὰ τὴν σχεδίην, ἐπορεύετο διὰ τῆς Θρηίκης, ἀπικόμενος δὲ ἐπὶ Τεάρου ποταμοῦ τὰς πηγὰς ἐστρατοπεδεύσατο ἡμέρας τρεῖς.

ch. 90 4.90.1 δὲ Τέαρος λέγεται ὑπὸ τῶν περιοίκων εἶναι ποταμῶν ἄριστος τὰ τε ἄλλα τὰ ἐς ἄκεσιν φέροντα καὶ δὴ καὶ ἀνδράσι καὶ ἵπποισι ψώρην ἀκέσασθαι. εἰσὶ δὲ αὐτοῦ αἱ πηγαὶ δυῶν δέουσαι τεσσεράκοντα, ἐκ πέτρης τῆς αὐτῆς ῥέουσαι, καὶ αἱ μὲν αὐτέων εἰσὶ ψυχραὶ αἱ δὲ θερμαί. 4.90.2 ὁδὸς δʼ ἐπʼ αὐτάς ἐστι ἴση ἐξ Ἡραίου τε πόλιος τῆς παρὰ Περίνθῳ καὶ ἐξ Ἀπολλωνίης τῆς ἐν τῷ Εὐξείνῳ πόντῳ, δυῶν ἡμερέων ἑκατέρη. ἐκδιδοῖ δὲ Τέαρος οὗτος ἐς τὸν Κοντάδεσδον ποταμόν, δὲ Κοντάδεσδος ἐς τὸν Ἀγριάνην, δὲ Ἀγριάνης ἐς τὸν Ἕβρον, δὲ ἐς θάλασσαν τὴν παρʼ Αἴνῳ πόλι.

ch. 91 4.91.1 ἐπὶ τοῦτον ὦν τὸν ποταμὸν ἀπικόμενος Δαρεῖος ὡς ἐστρατοπεδεύσατο, ἡσθεὶς τῷ ποταμῷ στήλην ἔστησε καὶ ἐνθαῦτα, γράμματα ἐγγράψας λέγοντα τάδε· 4.91.2Τεάρου ποταμοῦ κεφαλαὶ ὕδωρ ἄριστόν τε καὶ κάλλιστον παρέχονται πάντων ποταμῶν· καὶ ἐπʼ αὐτὰς ἀπίκετο ἐλαύνων ἐπὶ Σκύθας στρατὸν ἀνὴρ ἄριστος τε καὶ κάλλιστος πάντων ἀνθρώπων, Δαρεῖος Ὑστάσπεος, Περσέων τε καὶ πάσης τῆς ἠπείρου βασιλεύς.” ταῦτα δὲ ἐνθαῦτα ἐγράφη.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.89.1 Hdt. 4.90.2 (English) >>Hdt. 4.93.1

Powered by PhiloLogic